Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.266 Joseph. AJ 19.272 (English) >>Joseph. AJ 19.277

19.270ἀποτιθεμένου γέ τοι τὴν στολὴν τοῦ Λούππου καὶ τὸ ῥῖγος αἰτιωμένου φησίν, ὡς οὐκ ἂν ἐναντία τοῦ Λούππου ποιήσαιτο πώποτε ῥῖγος. πλήθους τε ἀνθρώπων ἑπομένου κατὰ θέαν, ὡς ἧκεν ἐπὶ τὸ χωρίον, ἤρετο τὸν στρατιώτην, εἰ διὰ μελέτης αὐτῷ γεγόνοιεν αἱ σφαγαὶ εἰ πρῶτον ἔχοι τὸ ξίφος ἐκέλευε κομίζειν Γάιον μεταχειρίσαιτο αὐτός· 19.271θνήσκει δὲ εὐδαιμόνως μιᾶς πληγῆς αὐτῷ γενομένης. Λοῦππος δὲ οὐ πάνυ δεξιῶς ὑπεξῆλθεν ἀθυμίᾳ καὶ πληγῶν πλειόνων γενομένων διὰ τὸ μαλακῶς τὸν τράχηλον παρασχεῖν. 19.272

Ὀλίγαις δὲ ὕστερον ἡμέραις ἐναγισμῶν ἐνεστηκότων Ῥωμαίων τὸ πλῆθος τοῖς αὐτῶν ἐπιφέροντες καὶ Χαιρέαν μοίραις ἐτίμησαν εἰς τὸ πῦρ τιθεμέναις, ἵλεων καὶ ἄμηνιν εἶναι τῆς εἰς αὐτὸν ἀχαριστίας παρακαλοῦντες. καὶ Χαιρέᾳ μὲν τοιαύτη τελευτὴ τοῦ βίου συνέτυχεν. 19.273Σαβῖνος δὲ Κλαυδίου μὴ μόνον τῆς αἰτίας παραλύοντος αὐτὸν ἀλλὰ καὶ τὴν ἀρχὴν ἣν εἶχεν ἐφιέντος, ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν τῆς πρὸς τοὺς συνωμότας πίστεως, σφάζει ἑαυτὸν περιπεσὼν τῷ ξίφει μέχρι δὴ καὶ τὴν κώπην τῷ τραύματι συνελθεῖν. 19.274

Κλαύδιος δὲ τοῦ στρατιωτικοῦ πᾶν τι ἦν ὕποπτον ἐκ τοῦ ὀξέος ἀποσκευασάμενος διάγραμμα προυτίθει τήν τε ἀρχὴν Ἀγρίππα βεβαιῶν, ἣν Γάιος παρέσχε, καὶ διʼ ἐγκωμίων ἄγων τὸν βασιλέα. προσθήκην τε αὐτῷ ποιεῖται πᾶσαν τὴν ὑπὸ Ἡρώδου βασιλευθεῖσαν, ὃς ἦν πάππος αὐτοῦ, Ἰουδαίαν καὶ Σαμάρειαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.266 Joseph. AJ 19.272 (English) >>Joseph. AJ 19.277

Powered by PhiloLogic